Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα,
- οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.
- Οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν
- ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου,
- τοῖσι τέθηλε πόλις, λαοὶ δʼ ἀνθεῦσιν ἐν αὐτῇ·
- εἰρήνη δʼ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτʼ αὐτοῖς
- ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς·
- οὐδέ ποτʼ ἰθυδίκῃσι μετʼ ἀνδράσι λιμὸς ὀπηδεῖ
- οὐδʼ ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται.
- τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς
- ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας·