Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή,
- τοὺς μὲν ὑφʼ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ,
- ὤλεσε μαρναμένους μήλων ἕνεκʼ Οἰδιπόδαο,
- τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης
- ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκʼ ἠυκόμοιο.
- ἔνθʼ ἤτοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε,
- τοῖς δὲ δίχʼ ἀνθρώπων βίοτον καὶ ἤθεʼ ὀπάσσας
- Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.
- καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες
- ἐν μακάρων νήσοισι παρʼ Ὠκεανὸν βαθυδίνην,
- ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν
- τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.
- τηλοῦ ἀπʼ ἀθανάτων· τοῖσιν Κρόνος ἐμβασιλεύει.
- τοῦ γὰρ δεσμὸν ἔλυσε πατὴρ ἀνδρῶν τε θεῶν τε.
- τοῖσι δʼ ὁμῶς νεάτοις τιμὴ καὶ κῦδος ὀπηδεῖ.
- Πέμπτον δʼ αὖτις ἔτʼ ἄλλο γένος θῆκʼ εὐρύοπα Ζεὺς
- ἀνδρῶν, οἳ γεγάασιν ἐπὶ χθονὶ πουλυβοτείρῃ.
- μηκέτʼ ἔπειτʼ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι
- ἀνδράσιν, ἀλλʼ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι.
- νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτʼ ἦμαρ