Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται,
  2. δεύτεροι, ἀλλʼ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ—,
  3. Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων
  4. χάλκειον ποίησʼ, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,
  5. ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος
  6. ἔργʼ ἔμελεν στονόεντα καὶ ὕβριες· οὐδέ τι σῖτον
  7. ἤσθιον, ἀλλʼ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν,
  8. ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι
  9. ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
  10. ὧν δʼ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι
  11. χαλκῷ δʼ εἰργάζοντο· μέλας δʼ οὐκ ἔσκε σίδηρος.
  12. καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες
  13. βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Αίδαο
  14. νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας
  15. εἷλε μέλας, λαμπρὸν δʼ ἔλιπον φάος ἠελίοιο.
  16. αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψεν,
  17. αὖτις ἔτʼ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ
  18. Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον,
  19. ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται
  20. ἡμίθεοι, προτέρη γενεὴ κατʼ ἀπείρονα γαῖαν.