Works and Days
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων·
- θνῇσκον δʼ ὥσθʼ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα
- τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα
- αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δʼ ἐθελημοὶ
- ἥσυχοι ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.
- ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν.