Works and Days

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων
  2. ἀθάνατοι ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες.
  3. οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν·
  4. ὥστε θεοὶ δʼ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες
  5. νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος· οὐδέ τι δειλὸν
  6. γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι