Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. παῖδʼ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη
  2. ὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς
  3. νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον.
  4. κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆος
  5. Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων
  6. ἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους,
  7. τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ,
  8. ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος, ὀβριμοεργός.
  9. τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας,
  10. ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην
  11. Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  12. καί ῥʼ ἥ γε δμηθεῖσʼ ὑπʼ Ἰήσονι, ποιμένι λαῶν,
  13. Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων
  14. Φιλυρίδης· μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.
  15. αὐτὰρ Νηρῆος κοῦραι,· ἁλίοιο γέροντος,
  16. ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων