Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται,
  2. τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.
  3. Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης,
  4. Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον
  5. Αὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,
  6. γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.
  7. κούρη δʼ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ
  8. μιχθεῖσʼ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης,
  9. Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,
  10. Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη
  11. βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.
  12. Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,
  13. Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.
  14. αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,
  15. ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα.
  16. τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβης