Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. μιχθεῖσʼ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης,
  2. Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,
  3. Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη
  4. βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.
  5. Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,
  6. Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.
  7. αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,
  8. ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα.
  9. τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβης