Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,
  2. ἐσθλόν, ὃς εἶσʼ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
  3. πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται,
  4. τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.
  5. Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης,
  6. Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον
  7. Αὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,
  8. γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.
  9. κούρη δʼ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ