Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας
  2. ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα.
  3. ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη
  4. Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.
  5. Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο
  6. κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο
  7. γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.