Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,
  2. κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  3. τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.
  4. ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός,
  5. ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,
  6. παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,
  7. αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,