Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην
  2. μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
  3. ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,
  4. ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  5. χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,
  6. κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.
  7. τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.
  8. ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός,