Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. δεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας
  2. ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,
  3. Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.
  4. Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
  5. κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
  6. Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν
  7. μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,
  8. ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.