Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
  2. κάππιεν ἐξαπίνης· ἣ δʼ αὐτίκα Παλλάδʼ Ἀθήνην
  3. κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
  4. πὰρ κορυφὴν Τρίτωνος ἐπʼ ὄχθῃσιν ποταμοῖο.
  5. Μῆτις δʼ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
  6. ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων
  7. πλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τʼ ἀνθρώπων,
  8. ἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντων
  9. ἀθανάτων ἐκέκασθʼ οἳ Ὀλύμπια δώματʼ ἔχουσιν,
  10. αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης·
  11. σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχεʼ ἔχουσαν.
  12. Ἐκ δʼ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου
  13. Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης