Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε,
  2. Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα
  3. γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ,
  4. ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.
  5. Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ.
  6. ἐκ ταύτης δʼ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν
  7. Ἥφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο,
  8. ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων·
  9. αὐτὰρ ὅ γʼ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο
  10. κούρῃ νόσφʼ Ἥρης παρελέξατο καλλιπαρήῳ,
  11. ---
  12. ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνεʼ ἐοῦσαν.
  13. συμμάρψας δʼ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν
  14. δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.