Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς
  2. βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι
  3. ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.
  4. ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται
  5. αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·
  6. τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.
  7. ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος
  8. ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί,
  9. ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι
  10. φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
  11. εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ
  12. ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς
  13. Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων