Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι,
  2. ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,
  3. Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε
  4. Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε
  5. Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.
  6. ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  7. ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο
  8. γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,
  9. τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,
  10. τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ
  11. πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας
  12. ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων
  13. αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·