Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,
  2. τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,
  3. τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ
  4. πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας
  5. ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων
  6. αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·
  7. τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς
  8. βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι
  9. ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.