Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα
  2. ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.
  3. ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι,
  4. ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,
  5. Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε
  6. Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε
  7. Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.
  8. ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
  9. ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο