Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς
- ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,
- αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων
- Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.
- αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι
- δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις,
- Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα
- γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,
- δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.
- αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς,
- ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη
- Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην·
- οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι,
- καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων
- ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος,
- γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων
- θεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν·
- πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·
- φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι
- παντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ
- φθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτε
- ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου,
- ἄλλοτε δʼ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,
- ἄλλοτε δʼ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματʼ ἀκοῦσαι,
- ἄλλοτε δʼ αὖ ῥοίζεσχʼ, ὑπὸ δʼ ἤχεεν οὔρεα μακρά.
- καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ
- καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,
- εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
- σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα
- σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε
- πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.
- ποσσὶ δʼ ὕπʼ ἀθανάτοισι μέγας πελεμίζετʼ Ὄλυμπος
- ὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα.
- καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον
- βροντῆς τε στεροπῆς τε, πυρός τʼ ἀπὸ τοῖο πελώρου,
- πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.
- ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·
- θυῖε δʼ ἄρʼ ἀμφʼ ἀκτὰς περί τʼ ἀμφί τε κύματα μακρὰ
- ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἄσβεστος ὀρώρει·
- τρέε δʼ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων,
- Τιτῆνές θʼ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,
- ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
- Ζεὺς δʼ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δʼ ὅπλα,
- βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
- πλῆξεν ἀπʼ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας
- ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
- αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,
- ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.
- φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος
- οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς,
- πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα
- ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς
- τέχνῃ ὕπʼ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι
- θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.
- οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ
- τήκεται ἐν χθονὶ δίῃ ὑφʼ Ἡφαιστου παλάμῃσιν.
- ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.
- ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.
- ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,
- νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο·
- οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ·
- οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·
- αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,
- πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·
- ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας
- ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ
- ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·
- αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν
- ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων
- πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ.
- αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,
- Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,
- δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν