Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν
  2. ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ,
  3. χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
  4. οὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,
  5. ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ
  6. ἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι
  7. τοῦτο τέρας. Νυκτὸς δʼ ἐρεβεννῆς οἰκία δεινὰ
  8. ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν.
  9. τῶν πρόσθʼ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν
  10. ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν
  11. ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι
  12. ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν
  13. χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε
  14. ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,
  15. ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα
  16. γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα
  17. μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται,
  18. ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα,
  19. ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.
  20. Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.
  21. ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν,
  22. Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺς
  23. Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν
  24. οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων.
  25. τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης
  26. ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,
  27. τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ
  28. νηλεὲς ἐν στήθεσσιν· ἔχει δʼ ὃν πρῶτα λάβῃσιν
  29. ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.
  30. ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες
  31. ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης
  32. ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει
  33. νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας
  34. σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,
  35. ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων
  36. ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.
  37. ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.
  38. ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,
  39. δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο
  40. πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει
  41. μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη
  42. κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
  43. παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις
  44. ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  45. ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται
  46. καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,
  47. Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι
  48. τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ
  49. ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο
  50. ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
  51. ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν
  52. Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·
  53. ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
  54. δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,
  55. ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.
  56. ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ
  57. ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
  58. κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·
  59. οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον
  60. βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος
  61. στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.
  62. αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,
  63. ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος.
  64. εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,
  65. οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας
  66. ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις
  67. εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν.
  68. τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ
  69. ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.
  70. ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
  71. πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
  72. ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν
  73. ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.