Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
  2. δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,
  3. ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.
  4. ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ
  5. ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
  6. κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·
  7. οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον
  8. βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος
  9. στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.
  10. αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,
  11. ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος.
  12. εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,
  13. οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας