Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει
  2. μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη
  3. κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
  4. παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις
  5. ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  6. ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται
  7. καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,
  8. Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι
  9. τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ
  10. ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο
  11. ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
  12. ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν
  13. Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·