Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ
  2. ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο
  3. ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
  4. ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν
  5. Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·
  6. ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
  7. δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,