Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη
  2. κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
  3. παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις
  4. ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  5. ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται
  6. καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,
  7. Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι