Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,
  2. ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων
  3. ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.
  4. ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.
  5. ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,
  6. δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο
  7. πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει
  8. μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη
  9. κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
  10. παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις
  11. ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  12. ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται
  13. καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,
  14. Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι
  15. τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ
  16. ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο
  17. ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
  18. ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν
  19. Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·
  20. ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
  21. δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,
  22. ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.