Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν
  2. χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε
  3. ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,
  4. ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα
  5. γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα
  6. μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται,
  7. ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα,
  8. ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.
  9. Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.
  10. ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν,
  11. Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺς
  12. Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν
  13. οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων.
  14. τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης
  15. ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,
  16. τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ
  17. νηλεὲς ἐν στήθεσσιν· ἔχει δʼ ὃν πρῶτα λάβῃσιν
  18. ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.
  19. ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες
  20. ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης
  21. ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει
  22. νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας