Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.
  2. οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν
  3. Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο,
  4. οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν
  5. πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι
  6. Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης
  7. πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν
  8. χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,
  9. τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·