Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει
  2. τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·
  3. τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
  4. σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον
  5. βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
  6. κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε
  7. ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει
  8. σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.
  9. ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες