Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι
- αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
- πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει
- τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·
- τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
- σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον
- βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
- κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε
- ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει
- σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.
- ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες
- ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.
- οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν
- Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο,
- οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν
- πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι
- Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης
- πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν
- χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,
- τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
- τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.
- ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
- οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο·
- ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
- ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι.
- τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ
- τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν
- γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
- ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι
- κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο
- χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.
- τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων
- χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.
- ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος
- ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.