Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν
- πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,
- Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
- οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε
- δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.
- τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο
- πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
- ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
- οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ
- πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.
- Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
- προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον
- ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,
- γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς
- σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος
- ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα
- Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ
- ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·
- ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
- φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα
- κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
- οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε
- εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν
- φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου
- ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ
- ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο
- χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες
- ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε
- καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.
- ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα
- πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ
- Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν
- ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων
- αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
- καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα