Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
  2. καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα
  3. ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι
  4. αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
  5. πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει
  6. τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·
  7. τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
  8. σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον