Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο
  2. χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες
  3. ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε
  4. καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.
  5. ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα
  6. πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ
  7. Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν
  8. ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων