Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.
  2. τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ
  3. ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι
  4. μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.
  5. ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,
  6. μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς
  7. μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν
  8. πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,
  9. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
  10. οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε
  11. δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.
  12. τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο
  13. πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα