Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

    1. νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα
    2. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.
    3. ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους
    4. φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ
    5. μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες
    6. ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ
    7. ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.
  1. ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων·
  2. Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶ
  3. ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα,
  4. ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.
  5. σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος
  6. ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν