Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
  2. Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
  3. ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.
  4. ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·
  5. ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ
  6. οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο
  7. θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
  8. ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο
  9. κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν
  10. ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,
  11. Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,
  12. ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
  13. αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·
  14. γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις
  15. παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
  16. ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη
  17. ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην
  18. δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·
  19. ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,
  20. ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.
  21. ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,
  22. τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις
  23. ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.
  24. τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,
  25. κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,
  26. τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—
  27. θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.
  28. αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο.
  29. ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,
  30. κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.
  31. θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,
  32. ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.
  33. ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,
  34. τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,
  35. πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν
  36. οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.
  37. ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι
  38. κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—
  39. αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  40. ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,
  41. οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους
  42. ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται—
  43. ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας
  44. Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων
  45. ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο·
  46. ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν
  47. μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο
  48. χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς
  49. ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται
  50. χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται,
  51. κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,
  52. τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει
  53. ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης,
  54. ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην
  55. θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.
  56. ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.
  57. οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς
  58. τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης
  59. καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.
  60. Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ
  61. Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ
  62. ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος
  63. καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης.
  64. ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες
  65. εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,
  66. δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.
  67. ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  68. οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι,
  69. Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·
  70. αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε
  71. σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
  72. δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες
  73. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
  74. ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,
  75. οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,
  76. οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,
  77. οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.
  78. οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες
  79. συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·
  80. οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ
  81. οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.
  82. ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,
  83. νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,
  84. πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
  85. ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,
  86. δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
    1. κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,
    2. ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
    3. ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι
    4. νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα
    5. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.
    6. ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους
    7. φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ
    8. μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες
    9. ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ
    10. ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.
  87. ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων·
  88. Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶ
  89. ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα,
  90. ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.
  91. σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος
  92. ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν
  93. ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.
  94. τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ
  95. ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι
  96. μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.
  97. ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,
  98. μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς
  99. μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν
  100. πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,
  101. Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
  102. οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε
  103. δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.
  104. τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο
  105. πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
  106. ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
  107. οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ
  108. πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.
  109. Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
  110. προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον
  111. ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,
  112. γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς
  113. σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος
  114. ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα
  115. Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ
  116. ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·
  117. ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
  118. φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα
  119. κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
  120. οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε
  121. εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν
  122. φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου
  123. ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ
  124. ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο
  125. χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες
  126. ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε
  127. καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.
  128. ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα
  129. πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ
  130. Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν
  131. ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων
  132. αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
  133. καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα
  134. ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι
  135. αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
  136. πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει
  137. τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·
  138. τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
  139. σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον