Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης
- ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.
- ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων
- Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,
- μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.
- ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς
- ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.
- καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων
- ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,
- κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ
- ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,
- καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.
- ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
- καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.
- οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα,
- ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,
- ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός,
- καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ·
- οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς,
- ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.
- ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν·
- ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει,
- ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν·
- ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται
- ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι
- νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.
- ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι,
- ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν·
- νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον
- ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.
- ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν.
- καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,
- εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,
- ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,
- ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.
- ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·
- βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν
- ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,
- ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.
- οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα
- πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.
- θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην
- ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.
- οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.
- Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,
- Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον
- ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει
- νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον
- Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,
- τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
- καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος
- νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο,
- τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων
- ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
- πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,
- οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι
- καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·
- τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων
- παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.
- ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν
- τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας
- τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,
- μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα
- παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο
- παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
- οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
- καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι
- ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
- πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,
- ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,
- Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
- Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.
- ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν
- πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα
- ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,
- Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
- τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν
- Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
- τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν
- σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω
- ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς
- λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας
- τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.
- καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα
- ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν
- Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
- ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης
- νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.
- πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
- τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
- Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
- σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
- λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
- Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·
- οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
- δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν
- καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·
- τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
- κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
- ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
- ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·
- τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα
- ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα
- ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·
- πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα
- παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς
- εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ
- εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.
- Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης
- πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,
- ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·
- ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.
- δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον
- δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·
- καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ
- ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη
- νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
- τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς
- Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν
- Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων
- οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,
- ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη
- πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.
- ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·
- καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,
- οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
- καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι
- Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ
- δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.
- τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ
- ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,
- τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ
- εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.
- δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
- Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,
- ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.
- ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
- τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης
- ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·
- ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,
- τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.
- Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς
- γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ
- θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.
- χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.
- χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,
- ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.
- ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων
- καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.