Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον
  2. δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·
  3. καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ
  4. ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη
  5. νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
  6. τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς
  7. Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν
  8. Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων
  9. οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,
  10. ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη
  11. πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.
  12. ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·
  13. καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,
  14. οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
  15. καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι
  16. Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ
  17. δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.
  18. τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ
  19. ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,
  20. τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ