Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
  2. Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·
  3. οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
  4. δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν
  5. καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·
  6. τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
  7. κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
  8. ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
  9. ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·
  10. τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα
  11. ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα
  12. ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·
  13. πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα
  14. παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς
  15. εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ
  16. εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.
  17. Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης
  18. πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,
  19. ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·
  20. ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.