Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
  2. οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  3. καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι
  4. ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
  5. πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,
  6. ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,
  7. Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
  8. Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.
  9. ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν
  10. πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα
  11. ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,
  12. Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
  13. τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν
  14. Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
  15. τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν