Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
  2. καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος
  3. νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο,
  4. τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων
  5. ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
  6. πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,
  7. οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι
  8. καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·
  9. τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων
  10. παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.
  11. ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν
  12. τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας
  13. τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,
  14. μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα
  15. παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο