Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον,
  2. παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.
  3. ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,
  4. ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.
  5. φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·
  6. κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι
  7. Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,
  8. ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν,
  9. μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.
  10. γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης
  11. ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.
  12. ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων
  13. Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,