Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,
  2. ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.
  3. ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη
  4. ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς
  5. ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,
  6. εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,
  7. μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον
  8. ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν
  9. τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος,
  10. τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.
  11. ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε
  12. σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.
  13. τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.