Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον
  2. καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.
  3. τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια
  4. ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.
  5. Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα
  6. Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·
  7. καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα,