Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει
  2. ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  3. γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.
  4. Κρίῳ δʼ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα
  5. Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων
  6. Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
  7. Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,