Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.
  2. Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα
  3. γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης
  4. πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει.
  5. τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.
  6. Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας,
  7. Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην
  8. Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον
  9. Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην
  10. Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε
  11. Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα
  12. Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον
  13. Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε
  14. Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον.
  15. τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν
  16. ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι
  17. καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,
  18. Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε
  19. Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς
  20. Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε
  21. Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε
  22. Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη
  23. Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη
  24. Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις
  25. Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε
  26. Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε
  27. Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος
  28. Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ
  29. Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε
  30. καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
  31. αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο
  32. πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.
  33. τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,
  34. αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης
  35. πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.
  36. τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,
  37. υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·
  38. τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν,
  39. οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.
  40. θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
  41. Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει
  42. ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  43. γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι.
  44. Κρίῳ δʼ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα
  45. Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων
  46. Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
  47. Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,
  48. ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον
  49. καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.
  50. τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια
  51. ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.
  52. Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα
  53. Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·
  54. καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα,
  55. τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,
  56. οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,
  57. ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.
  58. ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη
  59. ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς
  60. ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,
  61. εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,
  62. μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον
  63. ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν
  64. τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος,
  65. τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.
  66. ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε
  67. σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.
  68. τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.
  69. αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον,
  70. παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.
  71. ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,
  72. ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.
  73. φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·
  74. κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι
  75. Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,
  76. ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν,
  77. μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.
  78. γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης
  79. ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.
  80. ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων
  81. Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,
  82. μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.
  83. ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς
  84. ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.
  85. καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων
  86. ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,
  87. κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ
  88. ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,
  89. καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.
  90. ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
  91. καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.
  92. οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα,
  93. ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,
  94. ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός,
  95. καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ·
  96. οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς,
  97. ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.
  98. ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν·
  99. ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει,
  100. ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν·
  101. ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται
  102. ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι
  103. νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.
  104. ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι,
  105. ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν·
  106. νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον
  107. ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.
  108. ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν.
  109. καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,
  110. εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,
  111. ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,
  112. ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.
  113. ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν·
  114. βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν
  115. ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα,
  116. ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.
  117. οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα
  118. πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν.
  119. θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην
  120. ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.
  121. οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.
  122. Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,
  123. Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον
  124. ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει
  125. νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον
  126. Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,
  127. τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
  128. καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος
  129. νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο,
  130. τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων
  131. ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
  132. πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,
  133. οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι
  134. καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·
  135. τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων
  136. παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.
  137. ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν
  138. τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας
  139. τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,
  140. μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα
  141. παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο
  142. παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
  143. οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  144. καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι
  145. ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
  146. πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,
  147. ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,
  148. Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
  149. Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.
  150. ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν
  151. πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα
  152. ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,
  153. Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
  154. τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν
  155. Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
  156. τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν
  157. σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω
  158. ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς
  159. λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας
  160. τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν.
  161. καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα
  162. ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν
  163. Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
  164. ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης
  165. νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.
  166. πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν·
  167. τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
  168. Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
  169. σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
  170. λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
  171. Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·
  172. οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
  173. δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν
  174. καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·