Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ
- Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη
- στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην.
- αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος
- τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·
- εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·
- παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε
- πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην
- ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
- ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν
- φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης
- ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·
- μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι
- ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω
- ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
- ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·
- εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν
- ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα.
- ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ
- ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη
- πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ
- σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην
- μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς
- ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι
- ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
- ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
- πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν
- γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,
- τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,
- Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.
- μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
- κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,
- ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς
- ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη
- ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν
- ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
- ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη
- ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην
- ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν
- κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ
- θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·
- Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·
- ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.
- τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς
- γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.
- ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε
- μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
- παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε
- τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
- τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε
- παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·
- φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
- ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.
- νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν
- καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·
- δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν
- οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή,
- Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο
- χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.
- καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,
- Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι
- γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,
- αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·
- οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,
- πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.
- τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,
- Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα
- Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
- αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα
- Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα
- Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε
- Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε
- Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,
- Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους
- πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.
- Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,
- πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,
- οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων
- λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·
- αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν
- Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον
- Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
- Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων
- πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,
- κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,
- Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε
- Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε
- Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα
- Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς
- καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ
- Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
- Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια
- Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια
- Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς
- Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ
- πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ
- ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,
- Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη
- Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια
- Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια
- Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα
- Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος
- καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη
- Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε
- Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.
- αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο
- κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.
- Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα
- ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν
- ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε,
- αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται
- ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.
- Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους
- ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν
- ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι,
- Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον,
- Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο
- ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι,
- Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.
- ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ,
- αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης
- ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.
- τῆς δʼ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν,
- ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.
- τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς
- γένθʼ, ὃ δʼ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.
- χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων,
- ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίει
- βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.
- Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆα
- μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.
- τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη
- βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ
- ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους
- Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο
- Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα
- σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.
- ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς
- θνητοῖς ἀνθρώποις οὐδʼ ἀθανάτοισι θεοῖσιν,
- σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρονʼ Ἔχιδναν,
- ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,
- ἥμισυ δʼ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε
- αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης.
- ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ
- τηλοῦ ἀπʼ ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων·
- ἔνθʼ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
- ἣ δʼ ἔρυτʼ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα,
- ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.
- τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι
- δεινόν θʼ ὑβριστήν τʼ ἄνομόν θʼ ἑλικώπιδι κούρῃ·
- ἣ δʼ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.
- Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι·
- δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν
- Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον,
- πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε·
- τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν
- Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη
- ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ.
- καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ
- Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ
- Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.
- ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,
- δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε·
- τῆς δʼ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,
- ἣ δὲ χιμαίρης, ἣ δʼ ὄφιος, κρατεροῖο δράκοντος,
- πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
- δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.
- τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης.
- ἣ δʼ ἄρα Φῖκʼ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον
- Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,
- τόν ῥʼ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις
- γουνοῖσιν κατένασσε Νεμείης, πῆμʼ ἀνθρώποις.
- ἔνθʼ ἄρʼ ὃ οἰκείων ἐλεφαίρετο φῦλʼ ἀνθρώπων,
- κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος·