Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν
  2. ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι,
  3. Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον,
  4. Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο
  5. ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι,
  6. Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.
  7. ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ,
  8. αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης
  9. ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.