Theogony

Hesiod

Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor

  1. Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.
  2. αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο
  3. κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.
  4. Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα
  5. ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν
  6. ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε,
  7. αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται
  8. ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.
  9. Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους