Theogony
Hesiod
Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor
- ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν
- κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ
- θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·
- Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·
- ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.
- τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς
- γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.
- ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε
- μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
- παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε
- τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
- τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε
- παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·
- φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
- ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.
- νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν
- καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·
- δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν
- οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή,
- Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο
- χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.
- καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,
- Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι
- γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,
- αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν·
- οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,
- πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.
- τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,
- Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα
- Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
- αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα
- Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα
- Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε
- Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε
- Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,
- Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους
- πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.
- Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,
- πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,
- οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων
- λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·
- αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν
- Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον
- Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
- Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων
- πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,
- κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,
- Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε
- Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε
- Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα
- Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς
- καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ
- Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
- Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια
- Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια
- Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς
- Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ
- πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ
- ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,
- Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη
- Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια
- Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια
- Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα
- Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος
- καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη